Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.53.1 Hdt. 9.53.4 (English) >>Hdt. 9.56.1

9.53.2 ἐνθαῦτα οἱ μὲν ἄλλοι ἄρτιοι ἦσαν τῶν ταξιάρχων πείθεσθαι Παυσανίῃ, Ἀμομφάρετος δὲ Πολιάδεω λοχηγέων τοῦ Πιτανητέων λόχου οὐκ ἔφη τοὺς ξείνους φεύξεσθαι οὐδὲ ἑκὼν εἶναι αἰσχυνέειν τὴν Σπάρτην, ἐθώμαζέ τε ὁρέων τὸ ποιεύμενον ἅτε οὐ παραγενόμενος τῷ προτέρῳ λόγῳ. 9.53.3 δὲ Παυσανίης τε καὶ Εὐρυάναξ δεινὸν μὲν ἐποιεῦντο τὸ μὴ πείθεσθαι ἐκεῖνον σφίσι, δεινότερον δὲ ἔτι, κείνου ταῦτʼ ἀναινομένου, ἀπολιπεῖν τὸν λόχον τὸν Πιτανήτην, μὴ ἢν ἀπολίπωσι ποιεῦντες τὰ συνεθήκαντο τοῖσι ἄλλοισι Ἕλλησι, ἀπόληται ὑπολειφθεὶς αὐτός τε Ἀμομφάρετος καὶ οἱ μετʼ αὐτοῦ. 9.53.4 ταῦτα λογιζόμενοι ἀτρέμας εἶχον τὸ στρατόπεδον τὸ Λακωνικόν, καὶ ἐπειρῶντο πείθοντές μιν ὡς οὐ χρεὸν εἴη ταῦτα ποιέειν.

ch. 54 9.54.1 καὶ οἱ μὲν παρηγόρεον Ἀμομφάρετον μοῦνον Λακεδαιμονίων τε καὶ Τεγεητέων λελειμμένον, Ἀθηναῖοι δὲ ἐποίευν τοιάδε· εἶχον ἀτρέμας σφέας αὐτοὺς ἵνα ἐτάχθησαν, ἐπιστάμενοι τὰ Λακεδαιμονίων φρονήματα ὡς ἄλλα φρονεόντων καὶ ἄλλα λεγόντων· 9.54.2 ὡς δὲ ἐκινήθη τὸ στρατόπεδον, ἔπεμπον σφέων ἱππέα ὀψόμενόν τε εἰ πορεύεσθαι ἐπιχειρέοιεν οἱ Σπαρτιῆται, εἴτε καὶ τὸ παράπαν μὴ διανοεῦνται ἀπαλλάσσεσθαι, ἐπειρέσθαι τε Παυσανίην τὸ χρεὸν εἴη ποιέειν.

ch. 55 9.55.1 ὡς δὲ ἀπίκετο κῆρυξ ἐς τοὺς Λακεδαιμονίους, ὥρα τε σφέας κατὰ χώρην τεταγμένους καὶ ἐς νείκεα ἀπιγμένους αὐτῶν τοὺς πρώτους. ὡς γὰρ δὴ παρηγορέοντο τὸν Ἀμομφάρετον τε Εὐρυάναξ καὶ Παυσανίης μὴ κινδυνεύειν μένοντας μούνους Λακεδαιμονίων, οὔ κως ἔπειθον, ἐς ἐς νείκεά τε συμπεσόντες ἀπίκατο καὶ κῆρυξ τῶν Ἀθηναίων παρίστατό σφι ἀπιγμένος.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.53.1 Hdt. 9.53.4 (English) >>Hdt. 9.56.1

Powered by PhiloLogic